Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 47.70 Dem. 47.73 (English) >>Dem. 47.76

47.71ταῦτα ἀκούσας ἐγὼ τῶν ἐξηγητῶν, καὶ τοὺς νόμους ἐπισκεψάμενος τοὺς τοῦ Δράκοντος ἐκ τῆς στήλης, ἐβουλευόμην μετὰ τῶν φίλων τι χρή με ποιεῖν. συμβουλευόντων δέ μοι ταὐτά, μὲν ὑπὲρ τῆς οἰκίας προσῆκεν μοι πρᾶξαι καὶ ἐξηγήσαντό μοι οἱ ἐξηγηταί, ἐποίησα, δʼ ἐκ τῶν νόμων οὐκέτι μοι προσῆκεν, ἡσυχίαν εἶχον. 47.72κελεύει γὰρ νόμος, ἄνδρες δικασταί, τοὺς προσήκοντας ἐπεξιέναι μέχρι ἀνεψιαδῶν (καὶ ἐν τῷ ὅρκῳ διορίζεται τι προσήκων ἐστίν), κἂν οἰκέτης , τούτων τὰς ἐπισκήψεις εἶναι. ἐμοὶ δὲ οὔτε γένει προσῆκεν ἄνθρωπος οὐδέν, εἰ μὴ ὅσον τιτθὴ γενομένη, οὐδʼ αὖ θεράπαινά γε· ἀφεῖτο γὰρ ὑπὸ τοῦ πατρὸς τοῦ ἐμοῦ ἐλευθέρα καὶ χωρὶς ᾤκει καὶ ἄνδρα ἔσχεν. 47.73ψεύσασθαι δὲ πρὸς ὑμᾶς καὶ διομόσασθαι αὐτὸς καὶ τὸν υἱὸν καὶ τὴν γυναῖκα οὐκ ἂν ἐτόλμησα, οὐδʼ ἂν εἰ εὖ ᾔδειν ὅτι αἱρήσοιμι αὐτούς· οὐ γὰρ οὕτως τούτους μισῶ, ὡς ἐμαυτὸν φιλῶ. ἵνα δὲ μὴ λόγῳ μόνον ἀκούσητέ μου, αὐτὸν ὑμῖν τὸν νόμον ἀναγνώσομαι.Νόμος

47.74πολλαχόθεν μὲν οὖν οἶμαι, ἄνδρες δικασταί, καταφανῆ ὑμῖν τὴν μαρτυρίαν εἶναι ὡς ψευδής ἐστιν, οὐχ ἥκιστα δʼ ἐκ τῶν πεπραγμένων αὐτοῖς ῥᾴδιον γνῶναι. οὗτοι γὰρ ᾤοντο, ἄνδρες δικασταί, ἐμέ, εἰ πολλά μου λάβοιεν ἐνέχυρα, ἅσμενον ἀφήσειν με τοὺς μάρτυρας τῶν ψευδομαρτυρίων, ὥστε ἀπολαβεῖν με τὰ ἐνέχυρα.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 47.70 Dem. 47.73 (English) >>Dem. 47.76

Powered by PhiloLogic